Μετά την κατάπαυση των διωγμών και την επικράτηση του χριστιανισμού σ'όλο το Ρωμαϊκό κράτος,επί Μεγάλου Κωνσταντίνου, οι χριστιανοί ανήγειραν μεγαλοπρεπή Ναό στη Λύδδα της Ιόππης,όπου μετακόμισαν το ιερό λείψανο του Μεγαλομάρτυρα Γεωργίου, για να το προσκυνούν πλέον άφοβα.Έγιναν δε μετά την κατάθεση του Ιερού λειψάνου και τα εγκαίνια του Ναού στις 3 Νοεμβρίου και από τότε κάθε χρόνο η Εκκλησία μας,τελεί κατά την ήμερα αυτή την ανακομιδή των Ιερών λειψάνων του μεγαλομάρτυρα,προς δόξαν Θεού.
Ἀπολυτίκιον
Ἦχος δ’.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής,καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος,τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε,πρέσβευε Χριστῷ τῷ Θεῷ,σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος πλ.δ’.Τῇ ὑπερμάχῳ.
Τῇ ὑπερμάχῳ καὶ ταχείᾳ ἀντιλήψει σου,προσπεφευγότες οἱ πιστοὶ καθικετεύομεν,λυτρωθῆναι παρὰ τοῦ Χριστοῦ Ἀθλοφόρε,τῶν σκανδάλων τοῦ ἐχθροῦ τοὺς ἀνυμνούντας σε,καὶ παντοίων ἐκ κινδύνων καὶ κακώσεων·ἵνα κράζωμεν,Χαίροις Μάρτυς Γεώργιε.
Ὁ Οἶκος
Μέγας ἐν προστασίαις ἐπὶ γῆς ἀνεδείχθης,τοῦ Κυρίου θεράπον καὶ φίλε·τὸν πιστὸν γὰρ λαὸν περισκέπων,σῴζεις ἀεὶ Ἔνδοξε·διὸ πίστει καὶ πόθῳ βοῶμέν σοι πολύαθλε.
Χαῖρε,δι'οὗ φρυκτωρεῖται ὁ κόσμος,χαῖρε,δι'οὗ ὁ στρατὸς καταλάμπει.
Χαῖρε,τῶν πιστῶν αἰχμαλώτων ἡ λύτρωσις,χαῖρε,δεσμωτῶν ἡ ὀξεῖα ἀντίληψις.
Χαῖρε,ὕψος τῶν ἐκ πίστεως προστρεχόντων σοι θερμῶς,
χαῖρε,πλοῦτος τῶν ποθούντων σε,καὶ ἐν θλίψει χαρμονή.
Χαῖρε,ὅτι ὑπάρχεις βασιλέων τὸ τεῖχος,χαῖρε,ὅτι παρέχεις ἐν πολέμοις τὸ νῖκος.
Χαῖρε,ἀστὴρ φωτίζων τοὺς πλέοντας,χαῖρε, λυτὴρ παντοίας κακώσεως.
Χαῖρε,εἰς ὃν πᾶς πιστὸς καταφεύγει,χαῖρε,δι'οὗ εὐφημεῖται ὁ πλάστης.
Χαίροις,Μάρτυς Γεώργιε.