Πέμπτη 1 Οκτωβρίου 2009

Ανάμνηση Αγίας Σκέπης της Υπεραγίας Θεοτόκου εν Βλαχερνών

Τη αύτη ήμερα την ανάμνησιν ποιούμεθα της Αγίας Σκέπης της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας ήτοι του ιερού αυτής Μαφορίου,του εν τω σορώ του Ιερού Ναού των Βλαχερνών, ότε ο Όσιος Ανδρέας ο δια Χριστόν σαλός κατείδεν εφηπλωμένην αυτήν άνωθεν και πάντας τους ευσεβείς περισκέπουσαν".(Η γιορτή αυτή έχει μετατεθεί την 28η Οκτωβρίου,όπου η Ελλάδα γιορτάζει το μεγάλο γεγονός της διασώσεως και απελευθερώσεως της από τον Ιταλογερμανικό ζυγό)







Κοντάκιον
Ἦχος πλ.δ’.Τῇ ὑπερμάχῳ.
Τῇ Θεοτόκῳ οἱ Πιστοὶ νῦν προσπελάσωμεν,καὶ τὸ μαφόριον αὐτῆς κατασπασώμεθα,ἀναμέλποντες ἐφύμνια κατὰ χρέος.Σκέπη πέλει γάρ,πιστοὺς σκέπουσα ἅπαντας,καὶ φρουροῦσα ἐκ παντοίων περιστάσεων,τοὺς κραυγάζοντας,χαῖρε Σκέπη ὁλόφωτε.

Ὁ Οἶκος
Ἄγγελοι οὐρανόθεν,καὶ βροτῶν πλήθη γῆθεν,συμφώνως ἀνυμνήσωμεν πόθῳ,τὴν ὑπέρφωτον Σκέπην Μητρὸς Θεοῦ,ἣν Ἀνδρέας ὁ κλεινὸς κατεῖδε,καὶ πρὸς αὐτὴν ἐφύμνια προσείπωμεν ἀναβοῶντες,

Χαῖρε ἡ Σκέπη Μητρὸς Κυρίου,Χαῖρε μαφόριον τῆς Πανάγνου.
Χαῖρε ἡ πάντας τοὺς πιστοὺς περισκέπουσα,
Χαῖρε ἐναντίους ἐχθροὺς καταθραύουσα.
Χαῖρε ὅτι τοὺς σοὺς πρόσφυγας περισκέπεις φεραυγῶς·
Χαῖρε ὅτι τοὺς καλοῦντάς σε,διασώζεις ἐναργῶς.
Χαῖρε στῦλε ὄντως πύρινε,ὁδηγοῦσα τοὺς πιστούς,
Χαῖρε κλῖμαξ ἐπανάγουσα ἀπὸ γῆς πρὸς οὐρανούς.

Χαῖρε Σκέπη Πανάγνου, εὐσεβῶν σωτηρία,
Χαῖρε Μήτηρ Κυρίου,μοναστῶν προστασία.
Χαῖρε δι' ἧς ἡ χάρις ἐπέλαμψε,
Χαῖρε ὑφ' ἧς ἡ λύπη κατέπαυσε.
Χαῖρε Σκέπη ὁλόφωτε.