
Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ’.
Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, τὴν προεόρτιον ἄσαι προτρέπεται, ἰδοὺ γὰρ Γαβριὴλ παραγίνεται, καὶ πρὸς αὐτὴν ἐκβοήσεται, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ.
Κοντάκιον Προεόρτιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐπελεύσει Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνή, τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.