
Ἀπολυτίκιο. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Ὡς ρόδα νοητά, καὶ χαρίτων ταμεῖα, ἐφάνησαν ἐκ γῆς, τὰ σεπτὰ ὑμῶν σκηνή, πανένδοξοι Μάρτυρες, Ἐκκλησίας ἑδραίωμα, διαπνέοντα, τῶν ἰαμάτων τὴν χάριν, καὶ παρέχοντα, ὀσμὴν ζωῆς τοὶς ἐκ πόθου, ὑμᾶς μακαρίζουσι.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐκ τῆς γῆς ἐκλάμψαντες, φωστῆρος δίκην, ἀσεβείας ἅπασαν, ἀπεμειώσατε ἀχλύν, καὶ τοὺς πιστοὺς ἐφωτίσατε, Μάρτυρες θεῖοι, Τριάδος ὑπέρμαχοι.