Τὴν ὑψηλόφρονα γνώμην τῶν κακίστων Φαρισαίων
ὁ πάντων Κύριος παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε
καὶ μὴ ὑψηλοφρονεῖν, παρ' ὁ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν
ὑπογραμμὸς καὶ τύπος ὁ αὐτὸς γενόμενος,
μέχρι Σταυροῦ καὶ θανάτου, ἑαυτὸν ἐκένωσεν.
Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνη εἴπωμεν·
ὁ παθῶν ὑπὲρ ἡμῶν καὶ ἀπαθής διαμεῖνας Θεὸς
τῶν παθῶν ἡμᾶς ῥύσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.