
Την φρικτή εκείνη σφαγή περιέγραψαν, ο Όσιος Στέφανος ο Σαββαΐτης (τιμάται 13 Ιουλίου), ο ανεψιός του Οσίου Ιωάννου του Δαμασκηνού και ο Όσιος Αντίοχος ο Πάνδεκτος (τιμάται 24 Δεκεμβρίου).
Μεταξύ των αγίων Αββάδων αναφέρεται και ο Όσιος Θεόκτιστος.
Η μνήμη των οσιομαρτύρων αυτών επαναλαμβάνεται και την 16η Μαΐου.
Ἀπολυτίκιον
Ἦχος δ’. Ὃ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Σωτῆρος ἁγιόλεκτοι ἄρνες, ἐξωρμημένοι ἐκ χωρῶν διαφόρων, τῇ Ποίμνῃ συνεδράμετε Σάββα τοῦ σοφοῦ· ὅθεν θανατούμενοι, ἀπηνείᾳ βαρβάρων, χαίροντες ἀνήλθετε, πρὸς οὐράνιον μάνδραν, καθάπερ Ὅσιοι καί Ἀθληταί, ἐκδυσωποῦντες, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος β’.
Ἀθλοφόροι Κυρίου μακαρία ἡ γῆ ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναὶ αἱ δεξάμεναι τὰ πνεύματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος β’. Τήν ἐν πρεσβείαις.
Τὴν τῶν ὁσίων θεόληπτον συνοδείαν, ταῖς τῶν Μαρτύρων διαλάμπουσαν ἀκτῖσι, πάντες τοῖς ᾄσμασι στεφανώσωμεν, τοὺς τῷ Χριστῷ τυθέντας, οἷάπερ θεῖα σφάγια· αὐτούς γὰρ ὁ Λόγος προσεδέξατο.
Κάθισμα
Ἦχος πλ. δ’. Τὸ προσταχθὲν.
Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμάς, καὶ τὰς κινήσεις, Ἀσκηταὶ θεόληπτοι, ἑπόμενοι κατ' ἴχνος, τῷ πάντα τεκτηναμένῳ μόνῳ Θεῷ, καθάπερ δεκτὴ θυσία καὶ ἱερά, προσηνέχθητε σφάγια, διὰ χειρὸς βαρβαρικῆς, τυπτόμενοι σφαττόμενοι, καὶ βιαίως κοπτόμενοι.
Μεγαλυνάριον
Αἵμασιν οἰκείοις μαρτυρικῶς, τοὺς σαυτῶν χιτῶνας, πορφυρώσαντες ἱερῶς, πρὸς ὑπερκοσμίους, ἀνήλθετε ἐπαύλεις, φαιδρῶς κεκοσμημένοι, Πατέρες Ὅσιοι.