
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁσίως ἱέρευσας, τῷ ἐπὶ πάντων Θεῶ, καὶ πρόεδρος ἔνθεος, τῆς Ἐκκλησίας Γαγγρῶν, ἐδείχθης Ὑπάτιε, Ὅθεν θαυματουργίαις, διαλάμπων ποικίλαις, σύνθρονον τῷ Τεκόντι, τὸν Υἷον ὠμολώγεις, δι' ὃν καὶ χαίρων ἤθλησας, Ἱερομάρτυς ἔνδοξε.
Ἕτερον Ἀπολυτίκιον

Καί τρόπων μέτοχος, καί θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τήν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διά τοῦτο τόν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καί τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ὑπάτιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.
Κοντάκιον
Ἦχος πλ. β’. Τὴν ὑπὲρ ἡμῶν.
Τὴν ζωοποιόν, τελέσας ἱερουργίαν, καὶ τῶν δωρεῶν, τὸ τάλαντον ἐπαύξησας, ὡς θυσία προσήχθης, καὶ κάρπωμα ἔνθεον, δι’ ἀθλήσεως Ὑπάτιε, τῷ δοξάσαντι τὸν βίον σου, τοῖς ἀρρήτοις Πάτερ θαύμασιν. Αὐτὸν δυσώπει ἀεί, ὑπὲρ πάντων ἡμῶν.
Κάθισμα
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῆς πίστεως δόγματα, κρατύνων Ὅσιε, Πατρὶ συναΐδιον, καὶ ὁμοούσιον, τὸν Λόγον ἐκήρυξας· ὅθεν ὀρθοδόξως, τὴν σὴν ποίμνην ποιμάνας, ᾔσχυνας τοῦ Ἀρείου, τήν κακόφρονα γνώμην· διὸ νῦν μεταβὰς πρὸς τὸν Χριστόν, πρέσβευε ὑπὲρ πάντων ἡμῶν.
Μεγαλυνάριον
Ὁμοουσιότητος τοῦ Πατρός, καὶ Υἱοῦ παμμάκαρ, χρηματίζων κῆρυξ λαμπρός, ἀθλήσει σφραγίζεις, τὸν θαυμαστόν σου βίον, Ὑπάτιε θεόφρον, Γαγγρῶν ὁ πρόεδρος.