
Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἰλαρότητι τρόπων καλλωπιζόμενος, ὡς καθαρώτατον σκεῦος τῆς ἐπιπνοίας Χριστοῦ, τῆς ἐνθέου βιοτῆς ἐδείχθης ἔσοπτρον ὅθεν ἀστράπτεις νοητῶς, ἀρετῶν μαρμαρυγᾶς, Πατὴρ ἠμῶν Ἰλαρίων, πρὸς ἀπλανῆ ὁδηγίαν, καὶ σωτηρίαν τῶν ψυχῶν ἠμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ἐν σοί Πάτερ ἀκριβῶς διεσώθη τό κατ᾽ εἰκόνα· λαβών γάρ τόν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καί πράττων ἐδίδασκες, ὑπερορᾷν μέν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δέ ψυχῆς, πράγματος ἀθανάτoυ· διό καί μετά Ἀγγέλων συναγάλλεται, Ὅσιε Ἱλαρίων τό πνεῦμά σου.