Σάββατο, 22 Οκτωβρίου 2011

Προσευχή στον Κύριο - Αποτάσσομαι την αμαρτίαν

Κύριε παντοκράτωρ ὁ Θεός ἠμῶν, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καί εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Ὁ εἰπῶν διά τοῦ
προφήτου Σου Ἠσαΐου: Λούσασθε καί καθαροί γίνεσθε, ἀφέλεσθε τάς πονηρίας ἀπό τῶν καρδιῶν ὑμῶν, ἀπέναντι τῶν
ὀφθαλμῶν μου μάθετε καλόν ποιεῖν• καί ἐάν ὦσιν αἵ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Αὐτός, Δέσποτα...,
ταῦτα πλήρωσον καί εἰς ἐμέ τόν ἁμαρτωλόν καί ἀνάξιον δοῦλόν Σου μετανοοῦντα. Ἰδού γάρ δίδωμι σοί τῷ καρδιογνώστη
Θεῶ λόγον μετανοίας, καί ἀπό τοῦ νῦν μετανοῶ ἐφ' οἶς ἔπραξα πλημμελήμασι, καί ἀποτάσσομαι πάση ἁμαρτία καί αἰσχρά
πράξει, καί οὐκέτι ταύταις προσπαθήσω ὑπό σου βοηθούμενος, ἀλλά σύ καθαρῶς λατρεύσω ἐξ ὅλης ἰσχύος μου• ὅπως
κατά τό ἅγιόν Σου θέλημα βιώσας τό ὑπόλοιπόν της ζωῆς μου, καταξιωθῶ τῷ ἐλέει Σου μετά ταῦτα ἀπολαῦσαι τῆς αἰωνίου
καί μακαρίας ζωῆς. Ὅτι εὐλογητός εἰ εἰς τούς ἀπεράντους αἰώνας τῶν αἰώνων. Ἀμήν.