
Ἀπολυτίκιο. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Φερωνύμως ἐδέξω ὡς θεῖον ἔλαιον, ἱερουργίας τὴν χάριν, τῇ ἐπινεύσει Χριστοῦ, καὶ ἱέρευσας σοφῶς Πάτερ Ἑλλάδιε, καὶ Μαρτύρων κοινωνός, δι’ ἀγώνων ἱερῶν, γενόμενος Ἱεράρχα, καθικετεύεις ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιο. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὥσπερ ἐλαία ἀνεβλάστησας κατάκαρπος, ἀθλητικὴν ἱερουργὲ νέμων χρηστότητα, τοῖς τὸ ἔλεος τοῦ Λόγου προσδεχομένοις. Ἀλλ’ ὡς Μάρτυς καὶ φωστὴρ λαμπρὸς τῆς πίστεως, καθοδήγησον ἡμᾶς πρὸς γνῶσιν ἔνθεον, τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Ἑλλάδιε.
Μεγαλυνάριο
Ἔλεος Ἑλλάδιε θεϊκόν, ταῖς εὐπροσδέκτοις, μεσιτείαις πρὸς τὸν Θεόν, βλῦσον Ἱεράρχα, τοῖς πίστει εὐφημοῦσι, τῶν σῶν ἀγωνισμάτων, τὴν θείαν ἄθλησιν.