Τετάρτη, 28 Μαρτίου 2012

Εὐχή μπροστά στόν Πανάγιο Τάφο.

«Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ὁ Ἀναστάς ἐκ νεκρῶν, πρόσδεξαι ἡμῶν τάς εὐχάς καί τάς δεήσεις καί τό προσκύνημα κατενώπιον τοῦ Παναγίου Σου Τάφου καί ἀνάστησον ἡμᾶς ὁ Ἀναστάς ἐκ νεκρῶν καί πᾶσι τήν Ἀνάστασιν τήν Σήν χαρισάμενος καί πᾶσι τοῖς πεσοῦσι παρέχων Ἀνάστασιν! Ἵνα γάρ κοινωνούς ἡμᾶς δείξης τῆς Σῆς Ἀναστάσεως, κατῆλθες ἐν τῷ Ἅδῃ! Ἵνα φώτισης τό σκότος ἡμῶν, κατῆλθες τό Φῶς ἐν τῷ σκότει καί διέλυσας τά σκότη τοῦ Ἅδου, διό καί βολῖσι καί ἀστραπαῖς καί ἀκτῖσι καί πυρίναις γλώσσαις τό Ἅγιον Φῶς τῆς Σῆς Ἀναστάσεως φωτίζει ἡμῶν τά σκότη καί ὁρᾶται ἀπεριέργοις καί καθαροῖς ὀφθαλμοῖς.
Σύ γάρ εἶ ἡ Ἀνάστασις ἡμῶν ἐν τοῖς τοῦ βίου δεινοῖς. Σύ εἶ τό Φῶς ἡμῶν πορευομένων ἐν τῷ σκότει τῆς παρούσης ζωῆς. Σύ εἶ ἡ Ἔγερσις ἡμῶν πεσόντων παγῖσι τοῦ ἐχθροῦ τῆς σωτηρίας ἡμῶν. Σύ εἶ ἡ Εἰρήνη ἡμῶν ἐν ἀσυμφωνίαις διακρινομένων. Σύ εἶ ἡ Χαρά ἡμῶν, ὅτι «χαίρετε» ἐβόησας γυναιξί μυροφόροις. Σύ εἶ ὁ Ἄρτος τῆς ζωῆς ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ πάντοτε ἐσθιόμενος καί μηδέποτε δαπανώμενος, ἀλλά τούς μετέχοντας ἁγιάζων καί ἐγείρων ἐκ φθορᾶς, Σύ εἶ ἡ Ἀνάστασις ἡμῶν, ὁ τοῖς πεσοῦσι παρέχων Ἀνάστασιν καί Σοί τήν δόξαν ἀναπέμπομεν σύν τῷ Ἀνάρχῳ Σου Πατρί καί τῷ Παναγίῳ καί Ἀγαθῷ καί Ζωοποιῷ Σου Πνεύματι, νῦν καί ἀεί και εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν».